Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.491 Joseph. BJ 4.497 (English) >>Joseph. BJ 4.503

4.495τήν τε τούτου στρατείαν ἐπὶ τοὺς

-- --

Οὐιτελλίου στρατηγοὺς καὶ κατάλυσιν, ἔπειτα τοὺς κατὰ Οὐιτέλλιον ταράχους καὶ τὴν περὶ τὸ Καπετώλιον συμβολήν, ὅπως τε Ἀντώνιος Πρῖμος καὶ Μουκιανὸς διαφθείραντες Οὐιτέλλιον καὶ τὰ Γερμανικὰ τάγματα κατέστειλαν τὸν ἐμφύλιον πόλεμον. 4.496πάντα ταῦτα διεξιέναι μὲν ἐπʼ ἀκριβὲς παρῃτησάμην, ἐπειδὴ διʼ ὄχλου πᾶσίν ἐστιν καὶ πολλοῖς Ἑλλήνων τε καὶ Ῥωμαίων ἀναγέγραπται, συναφείας δὲ ἕνεκεν τῶν πραγμάτων καὶ τοῦ μὴ διηρτῆσθαι τὴν ἱστορίαν κεφαλαιωδῶς ἕκαστον ἐπισημαίνομαι. 4.497

Οὐεσπασιανὸς τοίνυν τὸ μὲν πρῶτον ἀνεβάλλετο τὴν τῶν Ἱεροσολύμων στρατείαν, καραδοκῶν πρὸς τίνα ῥέψει τὸ κρατεῖν μετὰ Νέρωνα· 4.498αὖθις δὲ Γάλβαν ἀκούσας αὐτοκράτορα, πρὶν ἐπιστεῖλαί τι περὶ τοῦ πολέμου κἀκεῖνον, οὐκ ἐπεχείρει, πέμπει δὲ πρὸς αὐτὸν καὶ τὸν υἱὸν Τίτον ἀσπασόμενόν τε καὶ ληψόμενον τὰς περὶ Ἰουδαίων ἐντολάς. διὰ δὲ τὰς αὐτὰς αἰτίας ἅμα Τίτῳ καὶ Ἀγρίππας βασιλεὺς πρὸς Γάλβαν ἔπλει. 4.499καὶ διὰ τῆς Ἀχαΐας, χειμῶνος γὰρ ἦν ὥρα, μακραῖς ναυσὶ περιπλεόντων φθάνει Γάλβας ἀναιρεθεὶς μετὰ μῆνας ἑπτὰ καὶ ἴσας ἡμέρας· ἐξ οὗ καὶ τὴν ἡγεμονίαν παρέλαβεν Ὄθων ἀντιποιούμενος τῶν πραγμάτων. 4.500 μὲν οὖν Ἀγρίππας εἰς τὴν Ῥώμην ἀφικέσθαι διέγνω μηδὲν ὀρρωδήσας πρὸς τὴν μεταβολήν·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.491 Joseph. BJ 4.497 (English) >>Joseph. BJ 4.503

Powered by PhiloLogic